
ΘΕΜΑΤΑ
Ξενοφῶντος Ἑλληνικά, 2.3.§52-55.3
ΚΕΙΜΕΝΟ
Ἀκούσας ταῦτα
ὁ Θηραμένης ἀνεπήδησεν ἐπὶ τὴν ἑστίαν
καὶ εἶπεν· «Ἐγὼ δ’, ἔφη, ὦ ἄνδρες, ἱκετεύω τὰ πάντων ἐννομώτατα, μὴ ἐπὶ Κριτίᾳ
εἶναι ἐξαλείφειν μήτε ἐμὲ μήτε ὑμῶν ὃν ἂν βούληται, ἀλλ’ ὅνπερ νόμον οὗτοι
ἔγραψαν περὶ τῶν ἐν τῷ καταλόγῳ, κατὰ τοῦτον καὶ ὑμῖν καὶ ἐμοὶ τὴν κρίσιν
εἶναι. Καὶ τοῦτο μέν, ἔφη, μὰ τοὺς θεοὺς οὐκ ἀγνοῶ, ὅτι οὐδέν μοι ἀρκέσει ὅδε ὁ
βωμός, ἀλλὰ βούλομαι καὶ τοῦτο ἐπιδεῖξαι, ὅτι οὗτοι οὐ μόνον εἰσὶ περὶ ἀνθρώπους
ἀδικώτατοι, ἀλλὰ καὶ περὶ θεοὺς ἀσεβέστατοι. Ὑμῶν μέντοι, ἔφη, ὦ ἄνδρες
καλοὶ κἀγαθοί, θαυμάζω, εἰ μὴ βοηθήσετε ὑμῖν αὐτοῖς, καὶ ταῦτα γιγνώσκοντες ὅτι
οὐδὲν τὸ ἐμὸν ὄνομα εὐεξαλειπτότερον ἢ τὸ ὑμῶν ἑκάστου». Ἐκ δὲ τούτου ἐκέλευσε
μὲν ὁ τῶν τριάκοντα κῆρυξ τοὺς ἕνδεκα ἐπὶ τὸν Θηραμένην· ἐκεῖνοι δὲ εἰσελθόντες
σὺν τοῖς ὑπηρέταις, ἡγουμένου αὐτῶν Σατύρου
τοῦ θρασυτάτου τε καὶ ἀναιδεστάτου, εἶπε μὲν ὁ Κριτίας· «Παραδίδομεν ὑμῖν, ἔφη, Θηραμένην τουτονὶ
κατακεκριμένον κατὰ τὸν νόμον. Ὑμεῖς δὲ λαβόντες καὶ ἀπαγαγόντες
οἱ ἕνδεκα οὗ δεῖ τὰ ἐκ τούτων πράττετε».